Ancient Greek · ~4 min
Γ. ΟΣΑ ΠΕΡΙ ΟΙΝΟΠΟΣΙΑΝ ΚΑΙ ΜΕΘΗΝ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 20-3
Not analysed yet
Διὰ τί τοῖς μεθύουσι σφόδρα κύκλῳ πάντα φαίνεται φέρεσθαι, καὶ ἤδη ἁπτομένης μᾶλλον τῆς μέθης ἀριθμεῖν τὰ πόρρω οὐ δύνανται; διὸ καὶ σημεῖον τῆς μέθης ποιοῦνται αὐτό τινες. ἢ ὅτι κινεῖται ὑπὸ τῆς θερμότητος τοῦ οἴνου ἡ ὄψις πυκνάκις; ὥσπερ οὖν ὅταν ὑποθῇ τις ὑπὸ τὸν ὀφθαλμόν, δύο φαίνεται, οὕτω καὶ τοῖς μεθύουσιν. οὐθὲν γὰρ διαφέρει, ἐὰν μὲν ὑποθῇ, κινῇ δὲ τὴν ὄψιν, οὐδ’ ἐὰν ἔξωθεν ἢ ἔσωθεν· ἀμφοτέρως γὰρ τὸ αὐτὸ πάσχει ἡ ὄψις. ὥστε οὐ δόξει μένειν τὸ ὁρώμενον, καὶ τὸ πόρρωθεν ἔτι μᾶλλον· ἔτι γὰρ ἧττον κρατεῖ ἀποτεινομένης τῆς ὄψεως, καὶ πλέον τὸ διάστημα ἐπὶ τῷ ἄκρῳ ποιεῖ ἡ ἐγγὺς αὕτη κίνησις. ἂν δὲ σφόδρα κινῆται καὶ ὁμαλῶς ἄνω καὶ κάτω, ἧττον κρατήσει τοῦ πόρρω. πάντα δὲ ἀποτεινόμενα κύκλῳ φέρεται, οἷον οἱ ὀϊστοὶ καὶ τὰ καταρτώμενα. καὶ ἡ ὄψις οὖν δι’ ἀσθένειαν ταὐτὸ πάσχει ὥσπερ ἂν εἰ πόρρω ἐφέρετο. διαφέρει δ’ οὐθὲν τὴν ὄψιν κινεῖν ἢ τὸ ὁρώμενον· ταὐτὸ γὰρ ποιεῖ πρὸς τὸ φαίνεσθαι.