Ancient Greek · ~2 min
ΚE. ΟΣΑ ΠΕPI TOΝ ΑEPΑ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 21-13
Not analysed yet
Διὰ τί τὰ ἐπινέφελα ἀλεεινότερα τῶν αἰθρίων; πότερον ὡς οἱ ἀρχαῖοι ἔλεγον ὅτι τὰ ἄστρα ψυχρά; ἢ λίαν τοῦτό γε ἄτοπον, ἀλλὰ διότι ἀτμίζει; ἐπισημαντέον δὲ ὅτι ἐν νηνεμίᾳ ἡ δρόσος καὶ ἡ πάχνη γίνεται. ὅταν μὲν οὖν αἰθρία ᾖ, διαπνεῖ τὸ θερμόν, ὑφ’ οὑ ἀνάγεται τὸ ὑγρόν, ὥστε ψυχρὸς ὁ ἀήρ· διὸ καὶ δροσίζει ἀφιέμενον τὸ ὑγρὸν ἀπὸ τοῦ θερμοῦ. ὅταν δὲ ἐπινέφελον ᾖ, ἀποστέγεται, διὸ οὐ γίνεται δρόσος οὐδὲ πάχνη ὄντων ἐπινεφέλων. περὶ οὖν τὴν γῆν ὑπομένον τὸ θερμὸν ποιεῖ τὴν ἀλέαν.