Ancient Greek · ~2 min
Ε. ΟΣΑ ΑΠΟ ΚΟΠΟΥ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 21-5
Not analysed yet
Διὰ τί οἱ ὑγροὶ ταχὺ πνίγονται πονήσαντες καὶ ὑπὸ τοῦ καύματος; ἢ ὅτι ἐκθερμαινόμενον τὸ ὑγρὸν ἀὴρ γίνεται, καὶ κάει μᾶλλον τὸ πλέον; ὅταν οὖν μὴ δύνηται ὑπεξάγειν διὰ τὸ πλῆθος, οὐ γίνεται κατάψυξις, ὥστε ταχὺ ἐκπυροῦται ὑπὸ τοῦ συμφύτου καὶ ἐπικτήτου θερμοῦ. διὸ καὶ οἱ γινόμενοι ἱδρῶτες τοῖς γυμναζομένοις καὶ ὅλως τοῖς πονοῦσιν καὶ ἡ τοῦ πνεύματος ἔξοδος ὠφέλιμον· διακρινομένου γὰρ καὶ λεπτυνομένου τοῦ ὑγροῦ πνεῦμα γίνεται.