Ancient Greek · ~1 min
ΛΑ. ΟΣΑ ΠΕΡΙ ΟΦΘΑΛΜΟΥΣ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 22-12
Not analysed yet
Διὰ τί ὁ ὀφθαλμὸς μόνον τοῦ σώματος, ἀσθενέστατος ὤν, οὐ ῥιγοῖ; ἢ ὅτι πίων ἐστὶν ὁ ὀφθαλμός, σαρκὸς δὲ οὐθέν; τὰ δὲ τοιαῦτα ἄριγά ἐστιν. οὐ γὰρ δὴ ὅτι γε πῦρ ἐστὶν ἡ ὄψις, διὰ τοῦτο οὐ ῥιγοῖ· οὐ γὰρ τοιοῦτόν γέ ἐστι τὸ πῦρ ὥστε θερμαίνειν.