Ancient Greek
ΚΑ. ΟΣΑ ΠΕΡΙ ΑΛΦΙΤΑ ΚΑΙ ΜΑΖΑΝ ΚΑΙ ΤΑ ΟΜΟΙΑ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 23-10
Not analysed yet
Διὰ τί δὲ καὶ πεπυρωμένον τὸ σταῖς μεῖζον γίνεται ἢ ἡ μᾶζα; ἢ ὅτι ἔχει ὑγρὸν οὐ κεχωρισμένον, ὥστε ἐξιέναι θερμαινόμενον, οὐ πνεῦμα γινόμενον, καὶ οὐ δυνάμενον ἐξιέναι ὁμοίως καὶ ἐν τῇ μάζῃ διὰ τὴν πυκνότητα τοῦ σταιτός (πυκνὸν γὰρ τὸ ἐκ μικρομερεστέρων), αἴρει [οὖν] καὶ ποιεῖ τὸν ὄγκον. ἔτι δὲ καὶ πλεῖον ἔχει τὸ ὑγρόν, ἐξ οὗ θερμαινομένου πνεῦμα γίνεται· ἐκ δὲ τοῦ πλείονος ἀνάγκη γίνεσθαι πλεῖον.