Ancient Greek · ~2 min
Β. ΟΣΑ ΠΕPΙ IΔPΩTΑ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 24-2
Not analysed yet
Διὰ τί οὐχὶ ὅταν τροχάζωμεν, ὁ ἱδρὼς πλείων, καὶ ὅταν ἐν κινήσει ᾖ τὸ σῶμα, ἀλλ’ ὅταν παύσωνται; ἢ ὄτι τότε μὲν ὥσπερ ὑπὸ τῆς χειρὸς ἢ ἄλλου τινος ἔστιν ὕδωρ ῥέον ἀποφρᾶξαι πανταχόθεν συναθροιζόμενον, ὅταν δὲ ἀφεθῇ, πλέον ἢ ὅσον ἐξ ἀρχῆς. ὡς δὲ ὑπὸ τῆς χειρός, οὕτω καὶ ὑπὸ τοῦ πνεύματος ἔστιν ἀποληφθῆναι, ὥσπερ ἐν τῇ κλεψύδρᾳ, καὶ πάλιν πρὸς τὴν κύστιν· ἀπολαμβάνει γὰρ ἐντός. ὁμοίως οὖν πολλῆς κινήσεως οὔσης τὸ πνεῦμα ἐναπολαμβάνεται· διὸ καὶ αἱ φλέβες διατείνονται τοῦ ὑγροῦ οὐ δυναμένου ἐξιέναι. ἀπολαμβανόμενον δὲ ἀθρόον τὸ ὑγρόν, ὅταν ἀνεθῇ τὸ πνεῦμα, ἀθρόον ἐξέρχεται.