Ancient Greek · ~2 min
ΛΑ. ΟΣΑ ΠΕΡΙ ΟΦΘΑΛΜΟΥΣ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 27-10
Not analysed yet
Διὰ τί οἱ ἄνθρωποι μόνοι τῶν ἄλλων ζῴων τὰ ὄμματα διαστρέφονται; πότερον διὰ τὸ ἐλάχιστον διάστημα εἶναι τῶν ὀμμάτων, καὶ ἐπ’ εὐθείας, ὥστε εὔδηλον σφόδρα γίνεται τὸ μὴ κατωρθωμένον. ἢ διότι τῶν ἄλλων μονόχροα τὰ ὄμματά ἐστι μᾶλλον· εἰ δ’ ἦν ἓν χρῶμά τι τοῦ ὄμματος, οὐκ ἦν διαστροφή. ἢ διότι μόνοι ἐν τῷ γένει ἐπίληπτοι γίνονται τῶν ζῴων, ἡ δ’ ἐπίληψις διαστροφὴν ποιεῖ, ὅταν γένηται, ὥσπερ καὶ τῶν ἄλλων μορίων· ἀλλ’ ἐνίοις ὀψὲ παντελῶς γίνεται ἡ διαστροφή, ὅσοις τὸ ἀρρώστημα.