Ancient Greek · ~1 min
Δ. ΟΣΑ ΠΕΡΙ ΑΦΡΟΔΙΣΙΑ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 27-3
Not analysed yet
Διὰ τί μάλιστ’ αἰσχύνονται ὁμολογεῖν οἱ ἐπιθυμοῦντες ἀφροδισιάζεσθαι, ἀλλ’ οὐ πιεῖν οὐδὲ φαγεῖν οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν; ἢ ὅτι τῶν μὲν πλείστων ἀναγκαῖαι αἱ ἐπιθυμίαι, ἔνια δὲ καὶ ἀναιρεῖ τοὺς μὴ τυγχάνοντας· ἡ δὲ τῶν ἀφροδισίων ἐκ περιουσίας ἐστίν.