Ancient Greek · ~2 min
28 to 29
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 28-2-29
Not analysed yet
Διὰ τί πρὸς τὸν γλυκὺν οἶνον ἡδίω ὄντα οὐ γίνονται οἰνόφλυγες; ἢ ὅτι οὐκ ἴδιον χυμὸν ἔχει ὁ γλυκύς, ἀλλ’ ἀλλότριον; φιλόγλυκυς οὖν μᾶλλον ἢ φίλοινος ἔσται ὁ κεκρατημένος. Διὰ τί οἱ οἰνόφλυγες ὑπὸ τοῦ ἡλίου θερμαινόμενοι μάλιστα χαίρουσιν; ἢ ὅτι δέονται πέψεως; ἔτι δὲ καὶ διὰ τὸ κατεψῦχθαι· διὸ καὶ αἱ ἀποπληξίαι καὶ αἱ ἀποναρκώσεις τάχιστα μετὰ τοὺς πότους γίνονται.