Ancient Greek · ~7 min
28 to 34
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 28-6-34
Not analysed yet
Διὰ τί νόμοι καλοῦνται οὓς ᾄδουσιν; ἢ ὅτι πρὶν ἐπίστασθαι γράμματα, ᾖδον τοὺς νόμους, ὅπως μὴ ἐπιλάθωνται, ὥσπερ ἐν Ἀγαθύρσοις ἔτι εἰώθασιν; καὶ τῶν ὑστέρων οὖν ᾠδῶν τὰς πρώτας τὸ οὐτὸ ἐκάλεσαν ὅπερ τὰς πρώτας. Διὰ τί οἱ ῥυθμοὶ καὶ τὰ μέλη φωνὴ οὖσα ἤθεσιν ἔοικεν, οἱ δὲ χυμοὶ οὔ, ἀλλ’ οὐδὲ τὰ χρώματα καὶ αἱ ὀσμαί; ἢ ὅτι κινήσεις εἰσὶν ὥσπερ καὶ αἱ πράξεις; ἤδη δὲ ἡ μὲν ἐνέργεια ἠθικὸν καὶ ποιεῖ ἦθος, οἱ δὲ χυμοὶ καὶ τὰ χρώματα οὐ ποιοῦσιν ὁμοίως. Διὰ τί οὐδὲ ὑποδωριστὶ οὐδὲ ὑποφρυγιστὶ οὐκ ἔστιν ἐν τραγῳδίᾳ χορικόν; ἢ ὅτι οὐκ ἔχει ἀντίστροφον. ἀλλ’ ἀπὸ σκηνῆς· μιμητικὴ γάρ. Διὰ τί οἱ περὶ Φρύνιχον ἦσαν μᾶλλον μελοποιοί; ἢ διὰ τὸ πολλαπλάσια εἶναι τότε τὰ μέλη ἐν ταῖς τραγῳδίαις τῶν μέτρων; Διὰ τί διὰ πασῶν καλεῖται, ἀλλ’ οὐ κατὰ τὸν ἀριθμὸν δι’ ὀκτώ, ὥσπερ καὶ διὰ τεττάρων καὶ διὰ πέντε; ἢ ὅτι ἑπτὰ ἦσαν αἱ χορδαὶ τὸ ἀρχαῖον. εἶτ’ ἐξελὼν τὴν τρίτην Τέρπανδρος τὴν νήτην προσέθηκεν, καὶ ἐπὶ τούτου ἐκλήθη διὰ πασῶν, ἀλλ’ οὐ δι’ ὀκτώ· ἑπτὰ γὰρ ἦν. Διὰ τί εὐαρμοστότερον 〈ἀπὸ τοῦ ὀξέος〉 ἐπὶ τὸ βαρὺ ἢ ἀπὸ τοῦ βαρέος ἐπὶ τὸ ὀξύ; πότερον ὅτι τὸ 〈μὲν〉 ἀπὸ τῆς ἀρχῆς γίνεται ἄρχεσθαι; ἡ γὰρ μέση καὶ ἡγεμὼν 〈καὶ〉 ὀξυτάτη τοῦ τετραχόρδου. τὸ δὲ οὐκ ἀπ’ ἀρχῆς, ἀλλ’ ἀπὸ τελευτῆς. ἢ ὅτι τὸ βαρὺ ἀπὸ τοῦ ὀξέος γενναιότερον καὶ εὐφωνότερον; Διὰ τί δὶς μὲν δι’ ὀξειῶν καὶ δὶς διὰ τεττάρων οὐ συμσυμφωνεῖ, δὶς διὰ πασῶν δέ; ἢ ὅτι οὐ δὶς δι’ ὀξειῶν οὐδὲ δὶς διὰ τεττάρων . . . ἐστὶν, τὸ δὲ διὰ τεττάρων καὶ διὰ πέντε . . .