Ancient Greek
Κς. ΟΣΑ ΠΕΡΙ ΤΟΥΣ ΑΝΕΜΟΥΣ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 29-5
Not analysed yet
Διὰ τί ὁ καικίας μόνος τῶν ἀνέμων ἐφ’ ἑαυτὸν ἄγει τὰ νέφη, ὥσπερ καὶ ἡ παροιμία λέγει ἕλκων ἐφ’ αὑτὸν ὥσπερ καικίας νέφος. οἱ γὰρ ἄλλοι, ὅθεν ἂν πνέωσιν, ἐνταῦθα ἀναστέλλουσιν. πότερον αἴτιον ὅτι ἅμα ὁ ἐναντίος πνεῖ; ἢ οὐκ ἂν ἐλάνθανεν, ἀλλὰ πέφυκεν τὸ πνεῦμα κύκλου γραμμὴν φέρεσθαι; οἱ μὲν οὖν ἄλλοι περὶ τὴν γῆν πνέουσιν· τοῦτο δὲ τὸ κοῖλον τῆς γραμμῆς πρὸς τὸν οὐρανὸν καὶ οὐκ ἐπὶ τὴν γῆν ἐστιν, ὥστε ἐπὶ τὴν ἀρχὴν πνέων ἐφ’ αὑτὸν τὰ νέφη ἄγει.