Ancient Greek · ~1 min
ΛΑ. ΟΣΑ ΠΕΡΙ ΟΦΘΑΛΜΟΥΣ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 29-6
Not analysed yet
Διὰ τί χεὶρ μὲν καὶ ποὺς διαφορὰν ἔχει πρὸς [τὰ] δεξιὰ 〈καὶ〉 τὰ ἀριστερά, ὄμμα δὲ καὶ ἀκοὴ οὔ; ἢ ὅτι τὰ στοιχεῖα τὰ εἰλικρινῆ ἀδιάφορα, ἐν δὲ τοῖς ἐκ τῶν στοιχείων ἡ διαφορά; αὗται δὲ αἱ αἰσθήσεις εἰσὶν ἐξ εἰλικρινῶν, ἡ μὲν ὄψις πυρός, ἡ δ’ ἀκοὴ ἀέρος.