Ancient Greek · ~2 min
ΚΓ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΑΛΜΥΡΟΝ ΥΔΩΡ ΚΑΙ ΘΑΛΑΤΤΑΝ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 3-16
Not analysed yet
Διὰ τί τὰ πλοῖα γέμειν δοκεῖ μᾶλλον ἐν τῷ λιμένι ἢ ἐν τῷ πελάγει, καὶ θεῖ δὲ θᾶττον ἐκ τοῦ πελάγους πρὸς τὴν γῆν ἢ ἀπὸ τῆς γῆς εἰς τὸ πέλαγος; ἢ ὅτι τὸ πλέον ὕδωρ ἀντερείδει μᾶλλον ἐκ τοῦ ὀλίγου, ἐν δὲ τῷ ὀλίγῳ δέδυκεν διὰ τὸ κρατεῖν αὐτοῦ μᾶλλον; ὠθεῖ γὰρ κάτωθεν τὸ ὕδωρ ἄνω. ἐν μὲν οὖν τῷ λιμένι ὀλίγη ἐστὶν ἡ θάλασσα, ἐν δὲ τῷ πελάγει βαθεῖα. ὥστε καὶ ἄγειν πλέον δόξει ἐν τῷ λιμένι καὶ κινήσεται χαλεπώτερον διὰ τὸ δεδυκέναι μᾶλλον καὶ ἧττον ἀντερείδειν τὸ ὕδωρ. ἐν τῷ πελάγει δὲ τἀναντία τούτων ἐστίν.