Ancient Greek
Ϛ. ΟΣΑ ΕΚ ΤΟΥ ΠΩΣ ΚEΙΣΘΑI ΚΑΙ EΣΧΗΜΑΤΙΣΘΑΙ ΣΥΜΒΑΙΝΕΙ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 3-5
Not analysed yet
Διὰ τί συγκεκαμμένον βέλτιον κατακεῖσθαι, καὶ πολλοί γε παραγγέλλουσιν τοῦτο καὶ τῶν ἰατρῶν; ἢ ὅτι ἀλεαίνουσα ἡ κοιλία θᾶττον πέττει; οὕτω δὲ καὶ ἀλεαίνει μᾶλλον. ἔτι δεῖ τοῖς πνεύμασι τόπον διδόναι εἰς ὅν ἀπερείσονται· οὕτω γὰρ ἥκιστα λυπήσουσιν αἱ φῦσαι. διὰ τοῦτο γὰρ καὶ ἰξίαι καὶ τὰ ἄλλα ἀποστήματα ὑγιεινόν, ὅτι ἔχουσι κοιλίας εἰς ἃς ἀπο δέχονται τὰ πνεύματα. ἐκτεταμένου μὲν οὖν οὐ γίνεται κοιλία (ἅπαντα γὰρ τὸν τόπον τὰ σπλάγχνα κατέχει), συγκαμφθέντος δὲ γίνεται.