Ancient Greek
30 to 36
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 30-36
Not analysed yet
Τίς καταπλάσματος ἀρετή; ἢ διὰ τὸ χυτικὸν εἶναι κἂν ἱδρῶτα ποιοῖ καὶ ἀποπνοήν; Τῷ δῆλον ὅταν ἔμπυον; ἢ ἐὰν καταχεομένου τοῦ θερμοῦ ἀλλαγῇ, ἔμπυον, εἰ δὲ μή, οὔ; Ποῖα δεῖ καίειν ἢ ποῖα δεῖ τέμνειν; ἢ ὅσα μὲν ἔχει στόμα μέγα καὶ οὐ ταχὺ συμφύεται, ταῦτα καίειν δεῖ, ὅπως ἡ ἐσχάρα ἐκεῖ πέσῃ; οὕτως γὰρ οὐκ ἔσται ὕπουλα. Τίς ἐναίμου ἀρετή; ἢ τὸ ξηραντικὸν εἶναι καὶ τῆς ἐπιούσης περιττώσεως σταλτικὸν ἐσχαρώσεως καὶ σήψεως τῆς σαρκός; οὕτω γὰρ ἂν ἀφλέγμαντον εἴη καὶ συμφυτικόν. μὴ ἐπιρρέοντος μὲν γὰρ ἀφλέγμαντον ἔσται, ξηρὸν δὲ ὂν συμφύσεται· ἕως δ’ ἂν ὑγρορροῇ, οὐ συμφύσεται. διὰ τοῦτο οὖν δριμέα τὰ πλεῖστα, ὥστε ἀποστύφειν. Ποῖα τέμνειν δεῖ καὶ ποῖα καίειν, καὶ ποῖα οὔ, ἀλλὰ φαρμάκοις; ἢ τὰ μὲν ἐπὶ ταῖς μασχάλαις καὶ βουβῶσι φαρμάκῳ; μετὰ γὰρ διαίρεσιν τὰ μὲν ἐπίπονα, τὰ δὲ ἐπικίνδυνα. καίειν δὲ τὰ πλατέα τῶν φυμάτων καὶ πολὺ πρόβλημα ἔχοντα, καὶ ἐν φλεβώδεσι καὶ μὴ εὐσάρκοις. τέμνειν δὲ τὰ εἰς ὀξὺ συνηγμένα καὶ τὰ μὴ ἐν στερεοῖς. Διὰ τί, ἐὰν χαλκῷ τις τμηθῇ, ῥᾷον ὑγιάζεται ἢ σιδήρῳ; πότερον ὅτι λειότερον, ὥσθ’ ἧττον σπαράττει καὶ ποιεῖ πληγήν; ἢ εἴπερ ἀκμὴν μᾶλλον ὁ σίδηρος λαμβάνει, ῥᾴων καὶ ἀπαθεστέρα ἡ διαίρεσις; ἀλλὰ μὴν φαρμακῶδες ὁ χαλκός, ἡ δὲ ἀρχὴ ἰσχυρόν. τὸ οὖν εὐθὺς ἅμα τῇ τομῇ θᾶττον τὸ φάρμακον ποιεῖ τὴν σύμφυσιν. Διὰ τί δὲ καὶ τὰ διὰ χαλκοῦ καύματα θᾶττον ὑγιάζεται; ἢ ὅτι μανότερον καὶ ἧττον σωματικόν, ἐν δὲ τοῖς στερεωτέροις πλείων ἡ θερμότης.