Ancient Greek · ~3 min
Δ. ΟΣΑ ΠΕΡΙ ΑΦΡΟΔΙΣΙΑ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 31-3
Not analysed yet
Διὰ τί καὶ οἱ ὄρνιθες καὶ οἱ δασεῖς ἄνθρωποι λάγνοι; πότερον ὅτι ὑγρότητα ἔχουσιν πολλήν; ἢ οὔ (τὸ γὰρ θῆλυ ὑγρὸν μέν, ἀλλ’ οὐ δασύ), ἀλλ’ ὅτι ἀμφότεραι αἱ φύσεις πεπτικαὶ πολλῆς ὑγρότητος διὰ θερμότητα; σημεῖον δὲ αἱ τρίχες καὶ τὰ πτερά. ἢ ὅτι πολὺ τὸ ὑγρόν, καὶ κρατεῖται ὑπὸ τοῦ θερμοῦ; οὔτε γὰρ ἂν μὴ πολλῆς οὔσης τῆς ὑγρότητος οὔτε μὴ κρατουμένης ἐξεφύετο τοῖς μὲν αἱ τρίχες, τοῖς δὲ τὰ πτερά. τὸ δὲ σπέρμα γίνεται ἐν τοῖς τοιούτοις πλεῖστον καὶ τόποις καὶ ὥραις, οἷον ἐν τῷ ἔαρι· ἡ γὰρ φύσις αὐτοῦ ὑγρὰ καὶ θερμή. διὰ ταὐτὸ δὲ καὶ οἱ ὄρνιθες λάγνοι καὶ οἱ χωλοί· ἡ γὰρ τροφὴ ἀμφοτέροις κάτω μὲν ὀλίγη διὰ τὴν ἀναπηρίαν τῶν σκελῶν, εἰς δὲ τὸν ἄνω τόπον ἔρχεται καὶ εἰς σπέρμα συγκρίνεται.