Ancient Greek · ~1 min
IΑ. ΟΣΑ ΠEPΙ ΦΩΝΗΣ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 31-6
Not analysed yet
Διὰ τί ἡ φωνὴ τρέμει καὶ τῶν ἀγωνιώντων καὶ τῶν δεδιότων; ἢ ὅτι σείεται ἡ καρδία τοῦ θερμοῦ ἐξιόντος; ἀμφοτεράκις δὲ πάσχουσι τοῦτο· καὶ γὰρ τοῖς ἀγωνιῶσι συμβαίνει καὶ τοῖς φοβουμένοις. σειομένης δὲ οὐ γίνεται μία ἡ πληγή, ἀλλὰ πλείους, ὥσπερ ἡ τῶν παρανενευρισμένων χορδῶν.