Ancient Greek · ~2 min
Β. ΟΣΑ ΠΕPΙ IΔPΩTΑ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 34
Not analysed yet
Διὰ τί τῶν ἱδρώτων γινομένων ὑπὸ τῆς ἐντὸς θερμασίας ἢ ὑπὸ τῆς ἐκτὸς προσπιπτούσης, πρὸς ἐνίων ἱδρώτων φρίττομεν; ἢ διότι ὑπὸ μὲν τῆς ἐντὸς θερμασίας ὅταν ἐκπίπτωσιν ἐκ πολλοῦ τόπου εἰς ὀλίγον, συστελλομένοις πρὸς τὴν περιοχὴν παντελῶς τὰς τοῦ θερμοῦ περιόδους ἀποφράττουσιν, εἶτα ἡ φρίκη ἐγγίνεται; ἔτι τῆς σαρκὸς παντελῶς διαβρόχου γινομένης καὶ τοῦ θερμοῦ διεξιόντος. ἡ δὲ ἐκτὸς θερμασία προσπίπτουσα ἀραιοῖ τὸν χρῶτα πρῶτον· εἶτα τὸ ἐντὸς τῆς φύσεως θερμὸν ἀποκρινάμενον τὴν φρίκην ἐποίησεν.