Ancient Greek · ~1 min
37 to 38
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 37-3-38
Not analysed yet
Διὰ τί οἱ εὐνοῦχοι ἢ ὅλως οὐκ ἴσχουσιν ἢ ἧττον ἰξίας; ἢ ὅτι μεταβάλλουσι τὴν φύσιν ἐν τῇ ἐκτμήσει εἰς τὰ ἄγονα; τοιαῦτα δὲ παῖς καὶ γυνή, ὧν οὐδέτερον ἴσχει ἰξίας, εἰ μή τι σπάνιον γυνή. Διὰ τί μᾶλλον ἄνθρωπος πολλὰς φωνὰς ἀφίησιν, τὰ δὲ ἄλλα μίαν, ἀδιάφορα ὄντα τῷ εἴδει; καὶ τοῦ ἀνθρώπου μία φωνή, ἀλλὰ διάλεκτοι πολλαί.