Ancient Greek · ~2 min
4 to 5
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 4-11-5
Not analysed yet
Διὰ τί ῥήτορα μὲν καὶ στρατηγὸν καὶ χρηματιστὴν λέγομεν δεινόν, αὐλητὴν δὲ καὶ ὑποκριτὴν οὐ λέγομεν; ἢ ὅτι τῶν μὲν ἡ δύναμις ἄνευ πλεονεξίας (ἡδονῆς γὰρ στοχαστική ἐστι), τῶν δὲ πρὸς τὸ πλεονεκτεῖν· ῥήτωρ γὰρ καὶ στρατηγὸς καὶ χρηματιστὴς ἀγαθός ἐστιν ὁ δυνάμενος πλέον ἔχειν, ἡ δὲ δεινότης μάλιστα ἐν τῷ πλεονεκτεῖν ἐστίν. Διὰ τί τὸν φιλόσοφον τοῦ ῥήτορος οἴονται διαφέρειν; ἢ ὅτι ὁ μὲν τί ἐστιν ἀδικία, ὁ δὲ ὡς ἄδικος ὁ δεῖνα, καὶ ὁ μὲν ὅτι τύραννος, ὁ δὲ οἷον ἡ τυραννίς.