Ancient Greek · ~4 min
4 to 7
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 4-14-7
Not analysed yet
Διὰ τί τὰ περικάρπια καὶ τὰ κρέα, καὶ ὅσα τοιαῦτα ἐν τοῖς ἀσκοῖς ἄσηπτα γίνεται ὅταν σφόδρα φυσηθῶσι, καὶ τὰ ἐν τοῖς ἀκριβῶς περιπωματιζομένοις ὡσαύτως; ἢ διότι σήπεται μὲν κινούμενα πάντα, τὰ δὲ πλήρη ἀκίνητα· ἀδύνατον γὰρ ἄνευ κενοῦ κινηθῆναι, ταῦτα δὲ πλήρη. Διὰ τί μετὰ τὰ σαπρὰ τῶν περικαρπίων ὁ οἶνος πικρὸς φαίνεται πινόμενος; ἢ ὅτι τὴν πικρότητα ἔχει ἡ σαπρότης ἡ τοιαύτη; τὸ οὖν ἐπιμένον ἐπὶ τῇ γλώττῃ, μιγνύμενον τῷ πόματι καὶ διαχεόμενον πικρὸν ποιεῖ τὸ πόμα. αὐτὸ δὲ καθ’ αὑτὸ ἧττον φαίνεται ἐσθιόμενον διὰ τὸ πολλῶν ἅπτεσθαι καὶ εἰς μικρὰ διανενεμῆσθαι τὸν τοιοῦτον χυμόν. Διὰ τί τὰ τραγήματα ἐδεστέον; ἢ ἕνεκα τοῦ πιεῖν ἱκανόν; οὐ γὰρ μόνον ποτέον τῆς δίψης χάριν τῆς ἐπὶ τοῖς σιτίοις, ἀλλὰ καὶ μετὰ τὸ σιτίον. Διὰ τί τὰ ὀπτὰ κάρυα ψυχθέντα χείρω γίνεται, καὶ ὁ ἄρτος δὲ καὶ ὁ βάλανος καὶ πολλὰ τῶν τοιούτων, θερμανθέντα δὲ πάλιν βελτίω; ἢ διότι ψυχθέντος μὲν πέπηγεν ὁ χυμός, ἀναχλιανθέντος δὲ πάλιν χεῖται; ἡ δὲ ἡδονὴ γίνεται διὰ τὸν χυμόν.