Ancient Greek
ΚE. ΟΣΑ ΠΕPI TOΝ ΑEPΑ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 4-16
Not analysed yet
Διὰ τί μέσων νυκτῶν καὶ μεσημβρίας μάλιστα εὐδία γίνεται; ἢ διότι ἡ νηνεμία ἐστὶν ἀέρος στάσις, ἕστηκε δὲ μάλιστα ὅταν κρατῇ ἢ κρατῆται, μαχόμενος δὲ κινεῖται. κρατεῖ μὲν οὖν μάλιστα μέσων νυκτῶν, κρατεῖται δὲ μεσημβρίας· τοτὲ μὲν γὰρ ὁ ἥλιος πορρωτάτω, τοτὲ δὲ ἐγγυτάτω γίνεται. ἔτι ἄρχεται τὰ πνεύματα ἢ περὶ ἕω ἢ περὶ δυσμάς, λήγει δὲ τὸ μὲν ἕωθεν, ὅταν κρατηθῇ, τὸ δὲ ἀπὸ δυσμῶν, ὅταν παύσηται κρατῶν. συμβαίνει οὖν τὰ μὲν μεσημβρίας παύεσθαι, τὰ δὲ μέσων νυκτῶν.