Ancient Greek · ~1 min
Β. ΟΣΑ ΠΕPΙ IΔPΩTΑ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 4-2
Not analysed yet
Διὰ τί τὰ ἄνω ἱδροῦσι μᾶλλον τῶν κάτω; πότερον τὸ θερμὸν ἄνω καὶ ἀνέρχεται καὶ ἔστιν ἄνω, τοῦτο δὲ ἄνω φέρει τὸ ὑγρόν; ἢ ὅτι πνεῦμα ποιεῖ τὸν ἱδρῶτα, τοῦτο δὲ ἐν τοῖς ἄνω; ἢ διότι ἄπεπτον ὑγρὸν ὁ ἱδρώς ἐστι, τοιοῦτο δὲ ἐν τοῖς ἄνω; ἡ γὰρ κρᾶσις ἄνω.