Ancient Greek
ΛΑ. ΟΣΑ ΠΕΡΙ ΟΦΘΑΛΜΟΥΣ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 4-22
Not analysed yet
Διὰ τί θατέρου καταληφθέντος ὀφθαλμοῦ ὁ ἕτερος ἀτενίζει μᾶλλον; ἢ διότι ἐκ ταὐτοῦ ἤρτηνται αἱ ἀρχαὶ τῶν ὀφθαλμῶν; θατέρου οὖν κινουμένου καὶ ἡ κοινὴ ἀρχὴ κινεῖται, ἐκείνης δὲ κινουμένης καὶ ὁ ἕτερος. ληφθέντος οὖν θατέρου ἡ κίνησις κινήσει αὐτόν, ὥστε δύναται ἀτενίζειν μᾶλλον.