Ancient Greek · ~1 min
ΛΖ. ΟΣΑ ΠΕΡΙ ΟΛΟΝ ΤΟ ΣΩΜΑ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 4-25
Not analysed yet
Διὰ τί ψυχθέντες ἀπὸ τῆς αὐτῆς θερμασίας καιόμεθα μᾶλλον καὶ ἀλγοῦμεν; πότερον διὰ τὴν πυκνότητα στέγει ἡ σὰρξ τὸ προσπῖπτον θερμόν; διὸ μόλιβδος ἐρίου θερμότερος. ἢ βίαιος γίνεται τοῦ θερμοῦ ἡ δίοδος διὰ τὸ πεπηγέναι ὑπὸ ψυχροῦ τὸ σῶμα;