Ancient Greek · ~2 min
Δ. ΟΣΑ ΠΕΡΙ ΑΦΡΟΔΙΣΙΑ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 4-3
Not analysed yet
Διὰ τί ἄνθρωπος μόνον, ὅταν ἄρχηται δύνασθαι ἀφροδισιάζειν, ἡβᾷ, τῶν δὲ ἄλλων ζῴων ὅσα τρίχας ἔχει οὐθέν; ἢ ἐπειδὴ κατὰ τὰς ἡλικίας μεταβάλλει τὰ ζῷα εἰς τοὐναντίον; φωνή τε γὰρ βαρεῖα ἐξ ὀξείας γίνεται, καὶ δασύνεται ἐκ ψιλῶν· δῆλον οὖν ὡς καὶ τὰ ἐκ γενετῆς δασέα ζῷα ψιλοῖτ’ ἂν, οὐ δασύνοιτο, σπερματικὰ γινόμενα. οὐ πάσχει δὲ τοῦτο διὰ τὸ τὰ σπερμαίνοντα ξηρότερα γίνεσθαι καὶ ἀραιότερα, ἐξ ὧν θρὶξ φύεται. δῆλον δὲ ἐκ τοῦ μὴ ἐν ταῖς οὐλαῖς φύεσθαι τρίχας· στεγαναὶ γὰρ αἱ οὐλαί, ἀλλ’ οὐκ ἀραιαί. μηδὲ τοῖς παιδίοις καὶ γυναιξίν· ὑγρὰ γὰρ καὶ ἄμφω, ἀλλ’ οὐ ξηρά.