Ancient Greek · ~4 min
Θ. ΟΣΑ ΙΙΕΡΙ ΥΠΩΠΙΑ ΚΑΙ ΟΥΛΑΣ ΚΑΙ ΜΩΛΩΠΑΣ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 4-5
Not analysed yet
Διὰ τί τῷ μὲν νάρθηκι σφόδρα τυπτόμενον τὸ μέσον τῆς σαρκὸς λευκὸν γίνεται, τὸ κύκλῳ δὲ ἐρυθρόν, ξύλῳ δὲ ἐρυθρότερον τὸ μέσον; ἢ ὅτι ὁ μὲν νάρθηξ διὰ κουφότητα, ἐὰν σφόδρα πατάξῃ, τὸ ἐπιπολῆς διεσκέδασεν αἷμα, ὥστε ὅθεν μὲν ἐξέλιπεν, λευκὸν φαίνεται, οὗ δὲ πλέον ἦλθεν, ἐρυθρότερον. οἰδησάσης δὲ τῆς πληγῆς, οὐ ταχέως ἀποκαθίσταται τὸ σκεδασθὲν αἷμα διὰ τὸ ὀλίγον τε εἶναι καὶ τὴν φορὰν εἰς τὸ πρόσαντες εἶναι· πλήθει γὰρ βιασθὲν δεῖ τὴν παρὰ φύσιν φορὰν ἐνεχθῆναι. διὰ δὲ τῶν σκληρῶν αἱ πληγαὶ διὰ τὸ βάρος καὶ τὴν ἰσχὺν θλῖψιν καὶ θλάσιν ποιοῦσιν. θλιβόμενον μὲν οὖν κοῖλον γίνεται, θλώμενον δὲ ἀραιόν· τομὴ γὰρ καὶ διαίρεσίς ἐστι μαλακὴ ἡ θλάσις. κοίλου δὲ καὶ ἀραιοῦ γενομένου τοῦ μέσου, φέρεται εἰς αὐτὸ ἐκ τῶν πέριξ ἐπιπολῆς αἷμα· κάτω τε γὰρ πέφυκε φέρεσθαι, καὶ εἰς τὰ ἀραιὰ τῷ εἴκειν αὐτά. ἀθροιζομένου δ’ ἐνταῦθα εἰκότως τοῦ αἵματος τοῦτο μὲν ἐρυθραίνει, ἃ δὲ ἀπολείπει, λευκαίνει.