Ancient Greek · ~6 min
Α. ΟΣΑ ΙΑΤΡΙΚΑ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 42
Not analysed yet
Διὰ τί τὰ φάρμακα καθαίρει, ἄλλα δὲ πικρότερα ὄντα καὶ στρυφνότερα καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις ὑπερβάλλοντα οὐ καθαίρει; ἢ διότι οὐ διὰ τὰς τοιαύτας δυνάμεις καθαίρει, ἀλλ’ ὅτι ἄπεπτά ἐστιν; ὅσα γὰρ δι’ ὑπερβολὴν θερμότητος ἢ ψυχρότητος, μικρὰ ὄντα τοὺς ὄγκους, ἄπεπτά ἐστι καὶ οἷα κρατεῖν, ἀλλὰ μὴ κρατεῖσθαι ὑπὸ τῆς τῶν ζῴων θερμότητος, εὐδιάχυτα ὄντα ὑπὸ τῶν δύο κοιλιῶν, ταῦτα φάρμακά ἐστιν. ὅταν γὰρ εἰς τὴν κοιλίαν εἰσέλθωσι καὶ διαχυθῶσι, φέρονται καθ’ οὕσπερ ἡ τροφὴ πόρους εἰς τὰς φλέβας, οὐ πεφθέντα δέ, ἀλλὰ κρατήσαντα ἐκπίπτει φέροντα τὰ ἐμπόδια αὐτοῖς· καὶ καλεῖται τοῦτο κάθαρσις. χαλκὸς δὲ καὶ ἄργυρος καὶ τὰ τοιαῦτα ἄπεπτα μέν ἐστιν ὑπὸ τῆς τῶν ζῴων θερμότητος, ἀλλ’ οὐκ εὐδιάχυτα ταῖς κοιλίαις. ἔλαιον δὲ καὶ μέλι καὶ γάλα καὶ τὰ τοιαῦτα τῆς τροφῆς καθαίρει, ἀλλ’ οὐ τῷ ποιῷ, ἀλλὰ τῷ ποσῷ· ὅταν γὰρ διὰ πλῆθος ἄπεπτα γένηται, τότε καθαίρει, ἄνπερ καθαίρῃ. διὰ δύο γὰρ αἰτίας ἄπεπτά ἐστιν, διὰ τὸ ποιὰ αὐτὰ εἶναι ἢ διὰ τὸ ποσά. διόπερ οὐ φάρμακόν ἐστιν οὐδὲν τῶν εἰρημένων· οὐδὲ γὰρ διὰ δύναμιν καθαίρει. στρυφνότης δὲ καὶ πικρότης συμβέβηκεν τοῖς φαρμάκοις καὶ δυσωδία τῷ ἐναντίον εἶναι τῇ τροφῇ τὸ φάρμακον. τὸ μὲν γὰρ πεφθὲν ὑπὸ τῆς φύσεως, τοῦτο προσφύεται τοῖς σώμασι καὶ καλεῖται τροφή· τὸ δὲ μὴ πεφυκὸς κρατεῖσθαι, εἰσιόν τε εἰς τὰς φλέβας καὶ δι’ ὑπερβολὴν θερμότητος ἢ ψυχρότητος ταράττον· αὕτη δὲ φαρμάκου φύσις ἐστίν.