Ancient Greek · ~2 min
44 to 46
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 44-46
Not analysed yet
Διὰ τί τὰς αὐτὰς φλεγμασίας οἱ μὲν ψύχοντες ὑγιάζουσιν, οἱ δὲ θερμαίνοντες πέττουσιν; ἀλλ’ οἱ μὲν ἀλλοτρίᾳ θερμότητι, οἱ δὲ καταψύχοντες τὴν οἰκείαν συνάγουσιν. Διὰ τί μεταβάλλειν δεῖ τὰ καταπλάσματα; ἢ ὅτι ὡς μᾶλλον αἰσθάνηται; τὰ γὰρ συνήθη ὥσπερ ἐπὶ τῶν ἐδεσμάτων οὐκέτι φάρμακα, ἀλλὰ τροφὴ γίνεται, οὕτω καὶ ἐπὶ τῶν τοιούτων. Διὰ τί ὑγιεινὸν τὸ τῆς τροφῆς μὲν ὑποστέλλεσθαι, πονεῖν δὲ πλείω; ἢ ὅτι τοῦ νοσεῖν αἴτιον περιττώματος πλῆθος· τοῦτο δὲ γίνεται, ἡνίκα τροφῆς ὑπερβολὴ ᾖ ἢ πόνων ἔνδεια.