Ancient Greek · ~2 min
Κς. ΟΣΑ ΠΕΡΙ ΤΟΥΣ ΑΝΕΜΟΥΣ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 44-4
Not analysed yet
Διὰ τί ὁ νότος οὐ πνεῖ κατ’ αὐτὴν τὴν Αἴγυπτον τὰ πρὸς θάλατταν, οὐδ’ ὅσον ἡμέρας δρόμον καὶ νυκτός· τὰ δὲ ὑπὲρ Μέμφεως καὶ ἀποσχόντι δρόμον ἡμέρας καὶ νυκτὸς λαμπρός· καὶ πρὸς ἑσπέραν οὐ πνεῖ, ὅσον δύο ἡμερῶν καὶ νυκτῶν δρόμον, τὰ δὲ πρὸς ἕω λίβες πνέουσιν; ἢ διότι κοίλη τὰ κάτω ἡ Αἴγυπτός ἐστιν· διὸ ὑπερπίπτει αὐτῆς, ἄνω δὲ καὶ πόρρω ὑψηλότεροι οἱ τόποι.