Ancient Greek · ~2 min
49 to 51
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 49-2-51
Not analysed yet
Διὰ τί δὲ ὅσοι τὴν διὰ τῆς χειρὸς τομὴν ἔχουσι δι’ ὅλης, μακροβιώτεροι; ἢ διότι τὰ ἄναρθρα βραχυβιώτατα, ὡς τὰ ἔνυγρα; εἰ δὲ τὰ ἄναρθρα βραχύβια, δῆλον ὅτι τὰ ἠρθρωμένα τοὐναντίον. τοιαῦτα δὲ ὧν καὶ τὰ φύσει ἄναρθρα μάλιστα ἤρθρωται· τῆς δὲ χειρὸς τὸ εἴσω ἀναρθρότατον. Διὰ τί τῶν ζῴων ἄνθρωπος ἢ μόνον ἢ μάλιστα διαστρέφεται; ἢ ὅτι ἢ μόνον ἢ μάλιστα ληπτὸν ἐν τῇ νηπιότητι γίνεται, ὅτε καὶ διαστρέφεσθαι συμβαίνει πᾶσιν. Διὰ τί τῶν ζῴων ἄνθρωπος μάλιστα καπνίζεται; ἢ ὅτι μάλιστα δακρύει, ἡ δὲ κάπνισις μετὰ δακρύου;