Ancient Greek · ~5 min
ΚΓ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΑΛΜΥΡΟΝ ΥΔΩΡ ΚΑΙ ΘΑΛΑΤΤΑΝ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 5-14
Not analysed yet
Διὰ τί ἐνίοτε πλοῖα θέοντα ἐν τῇ θαλάττῃ εὐδίας καταπίνεται καὶ ἀφανῆ γίνεται, ὥστε μηδὲ ναυάγιον ἀναπλεῖν; ἢ ὅταν ἀντρώδης τόπος ἐν τῇ ὑπὸ τὴν θάλατταν γῇ ῥαγῇ, ἅμα εἰς τὴν θάλατταν καὶ ἔσω ἀκολουθεῖ τῇ τοῦ πνεύματος φορᾷ; ὁμοίως δὲ καὶ πάντη φερομένη κύκλῳ φέρεται κάτω. τοῦτο δέ ἐστι δῖνος. τὰ δὲ περὶ Μεσήνην ἐν τῷ πορθμῷ πάσχει μὲν τοῦτο διὰ τὸν ῥοῦν (γίνονται γὰρ αἱ δῖναι ὑπὸ τούτου) καὶ καταπίνεται εἰς βυθὸν διὰ ταῦτά τε, καὶ ὅτι ἡ θάλαττα βαθεῖά τε καὶ ἡ γῆ ὕπαντρος μέχρι πόρρω. φέρουσιν οὖν εἰς ταῦτα ἀποβιαζόμεναι αἱ δῖναι· διὸ οὐκ ἀναπλεῖ αὐτόθι τὰ ναυάγια. ὁ δὲ ῥοῦς γίνεται, ὅταν παυσαμένου τοῦ προτέρου ἀντιπνεύσῃ ἐπὶ τῆς θαλάττης ῥεούσης τῷ προτέρῳ πνεύματι, μάλιστα δὲ ὅταν νότος ἀντιπνεύσῃ. ἀντιπνέοντα γὰρ ἀλλήλοις τὰ ῥεύματα παρεκθλίβεται ὥσπερ ἐν τοῖς ποταμοῖς, καὶ γίνονται αἱ δῖναι. φέρεται δὲ ἑλιττομένη ἡ ἀρχὴ τῆς κινήσεως ἄνωθεν ἰσχυρὰ οὖσα. ἐπεὶ οὖν εἰς πλάγιον οὐκ ἔστιν ὁρμᾶν (ἀντωθεῖται γὰρ ὑπ’ ἀλλήλων), ἀνάγκη εἰς βάθος ὠθεῖσθαι, ὥστε καὶ ὃ ἂν ληφθῇ ὑπὸ τῆς δίνης, ἀνάγκη συγκαταφέρεσθαι. διὸ ἀνάσιμα τὰ πλοῖα ποιοῦνται· ἤδη γὰρ ὀρθόν ποτε μνημονεύεται καταποθέν.