Ancient Greek · ~7 min
Ζ. ΟΣΑ ΕΚ ΣΥΜΠΑΘΕΙΑΣ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 5-5
Not analysed yet
Διὰ τί τῶν μὲν διὰ τῆς ἀκοῆς λυπηρῶν ἔνια φρίττειν ἡμᾶς ποιεῖ, οἷον πρίων ἀκονώμενος καὶ κίσηρις τεμνομένη καὶ λίθος ἀλούμενος, τὰ δὲ διὰ τῆς ὄψεως σημεῖα τῶν παθῶν αὐτὰ ἡμῖν τὰ πάθη ἐμποιεῖ; αἱμωδιῶμέν τε γὰρ τοὺς ὀξὺ ὁρῶντες ἐσθίοντας, καὶ τοὺς ἀπαγχομένους ἔνιοι ὁρῶντες ἐκψύχουσιν. ἢ διότι φωνὴ μὲν πᾶσα καὶ ψόφος πνεῦμά ἐστιν; τοῦτο δὲ εἰσδυόμενον ἡμῖν πέφυκεν κινεῖν. κινήσει δὲ μᾶλλον ἢ διὰ μέγεθος ἢ διὰ πληγὴν σφοδροτέραν, ποιοῦν ἢ ἀλλοιοῦν τι τῶν ἐν ἡμῖν. τὰ μὲν οὖν μεγάλα καὶ λεῖα πνεύματα τὸν τῆς αἰσθήσεως τόπον αὐτὸν κινεῖ, διὸ καὶ ἡδύνει τὰ τοιαῦτα· τὰ δὲ τραχέα, πληγὴν ποιοῦντα σφοδράν, σείει τε τὸν τόπον καὶ πόρρω διαδίδωσιν τῇ τῆς πληγῆς δυνάμει. διαδίδωσι δὲ καὶ τὰ ψυχρὰ πόρρω· δύναμις γάρ τίς ἐστιν ἡ ψυχρότης. αὕτη μὲν οὖν ὅτι φρίττειν ποιεῖ, εἴρηται. τὰ δὲ τραχέα τῷ πληγὴν ποιεῖν πυκνήν, προσκόπτοντα τῇ ἀρχῇ τῶν τριχῶν, ἀπωθεῖ αὐτὴν εἰς τοὐναντίον· ἀπωθουμένης δὲ ἀνάγκη τὴν κορυφὴν τῆς τριχὸς ἀνάπαλιν γίνεσθαι· διὸ συμβαίνει ἵστασθαι αὐτάς· πᾶσαι γὰρ νενεύκασι κάτω. ἡ δὲ φορὰ τοῦ διὰ τῆς ἀκοῆς πνεύματος εἰς τὸ σῶμα ἄνωθεν κάτω ἐστίν. ὄντων οὖν τραχέων τῶν εἰρημένων ψόφων, ἡ φρίκη γίνοιτ’ ἂν διὰ τὰ εἰρημένα. γίνονται δ’ αὗται μᾶλλον τῷ ἄλλῳ σώματι ἢ ἐν τῇ κεφαλῇ διὰ τὸ τὰς ἐνταῦθα τρίχας ἀσθενεστέρας εἶναι καὶ τὸ πάθος ἀσθενές. τῆς μὲν οὖν ἀκοῆς οὔσης ἀμβλυτέρας αἰσθήσεως ἢ τῆς ὄψεως, ἐπιπόλαια καὶ τὰ πάθη γίνεται ἀπ’ αὐτῆς· ἡ δὲ φρίκη τοιοῦτον, διὸ καὶ ἀπὸ πολλῶν καἱ ἀνομοίων γίνεται. τῆς δὲ ὄψεως ἐναργεστάτης οὔσης αἰσθήσεως, ἀνάλογον καὶ τὰ συμβαίνοντα γίνεται ἀπ’ αὐτῆς· διὸ ταῦτα μὲν τὰ ἀπὸ τῆς ἀληθείας πάθη συμβαίνει γίνεσθαι ἀπ’ αὐτῆς, ἐλαφρότερα δὲ τῆς ἀληθείας. ἀπὸ δὲ τῆς ἀκοῆς αὐτὰ μὲν οὔ, τὴν δ’ ἀπ’ αὐτῶν προσδοκίαν φρίττομεν· ἀλγεινοῦ γὰρ κακοῦ προσδοκία ἐστίν.