Ancient Greek
ΙΓ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΔΥΣΩΣΗ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 5-9
Not analysed yet
Διὰ τί τὰ δυσώδη θερμὰ ὄντα μᾶλλον δυσώδη ἐστὶν ἢ ἐψυγμένα; ἢ ὅτι ἐστὶν ἡ ὀσμὴ ἀτμὸς καὶ ἀπορροή τις; ὅ τ’ οὖν ἀτμὸς ὑπὸ θερμοῦ γίνεται, καὶ ἡ ἀπορροή· κίνησις γάρ τίς ἐστιν, τὸ δὲ θερμὸν κινητικόν· τὸ δὲ ψυχρὸν τοὐναντίον στατικὸν καὶ συσταλτικόν, καὶ φορὸν δὲ κάτω, τὸ δὲ θερμὸν καὶ αἱ ὀσμαὶ πᾶσαι ἀνωφερεῖς διὰ τὸ ἐν ἀέρι τε εἶναι καὶ τὸ αἰσθητήριον αὐτῶν ἄνω εἶναι, μὴ κάτω· πρὸς γὰρ ἐγκέφαλον περαίνουσα ἡ ὀσμὴ αἴσθησιν ποιεῖ.