Ancient Greek
Κς. ΟΣΑ ΠΕΡΙ ΤΟΥΣ ΑΝΕΜΟΥΣ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 52-4
Not analysed yet
Διὰ τί ὁ ζέφυρος λειότατός τε τῶν ἀνέμων καὶ ψυχρός, καὶ δύο ὥρας πνεῖ μάλιστα, ἔαρ τε καὶ μετόπωρον, καὶ πρὸς ἑσπέραν τῆς ἡμέρας, καὶ ἐπὶ τὴν γῆν μάλιστα; ἢ ψυχρὸς μὲν διὰ τὸ πνεῖν ἀπὸ τῆς θαλάττης καὶ πεδίων ἀναπεπταμένων; ἧττον μὲν οὖν ψυχρὸς τοῦ βορέου διὰ τὸ ἀφ’ ὕδατος πνευματουμένου καὶ μὴ χιόνος πνεῖν· ψυχρὸς δὲ διὰ τὸ μετὰ χειμῶνα, ἄρτι τοῦ ἡλίου κρατοῦντος, πνεῖν καὶ μετοπώρου, ὅτε οὐκέτι κρατεῖ ὁ ἥλιος οὐ γὰρ ὥσπερ ἐν γῇ ὑπομένει τὴν εἵλην, ἀλλὰ πλανᾶται διὰ τὸ ἐφ’ ὑγροῦ βεβηκέναι. καὶ ὁμαλὸς διὰ τὸ αὐτό· οὐ γὰρ ἀπὸ ὀρέων πνεῖ, οὐδὲ βίᾳ τηκομένου, ἀλλὰ ῥᾳδίως ὥσπερ δι’ αὐλῶνος ῥέων. τὰ μὲν γὰρ πρὸς βορέαν καὶ νότον ὀρεινά· πρὸς ἑσπέραν δὲ οὔτε ὄρος οὔτε γῆ ἐστίν, ἀλλὰ τὸ Ἀτλαντικὸν πέλαγος, ὥστε ἐπὶ τῆς γῆς φέρεται. καὶ πρὸς ἑσπέραν δὲ τῆς ἡμέρας πνεῖ διὰ τὸν τόπον· τότε γὰρ ὁ ἥλιος πλησιάζει τῷ τόπῳ. καὶ τῆς νυκτὸς παύεται διὰ τὸ ἐκλείπειν τὴν τοῦ ἡλίου κίνησιν. ;