Ancient Greek · ~4 min
54 to 57
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 54-57
Not analysed yet
Διὰ τί ἰσχνόφωνοι γίνονται; ἢ αἴτιον ἡ κατάψυξις τοῦ τόπου ᾧ φθέγγονται, καὶ ὥσπερ ἀποπληξία τοῦ μέρους τούτου ἐστίν; διὸ καὶ θερμαινόμενοι ὑπὸ οἴνου καὶ τοῦ λέγειν συνεχῶς ῥᾷον συνείρουσι τὸν λόγον. Διὰ τί μόνον τῶν ἄλλων ζῴων ἄνθρωπος γίνεται ἰσχνόφωνον; ἢ ὅτι λόγου κοινωνεῖ μόνον, τὰ δὲ ἄλλα φωνῆς; οἱ δὲ ἰσχνόφωνοι φωνοῦσι μέν, λόγον δὲ οὐ δύνανται συνείρειν. Διὰ τί τοῦ μὲν χειμῶνος ὀξύτερον φθέγγονται καὶ νήφοντες, θέρους δὲ καὶ μεθύοντες βαρύτερον; ἢ ὅτι ὀξυτέρα μέν ἐστιν ἡ ταχυτέρα, ταχυτέρα δέ ἐστιν ἡ ἀπὸ συντεταμένου φωνή; τῶν δὲ νηφόντων καὶ ἐν τῷ χειμῶνι τὰ σώμματα συνέστηκε μᾶλλον ἢ μεθυόντων καὶ ἐν τῷ θέρει. τὸ γὰρ θερμὸν καὶ αἱ ἀλέαι διαλύουσι τὰ σώματα. Διὰ τί ἡ φωνὴ ὕστατον τελειοῦται τοῖς ἀνθρώποις τῶν φθεγγομένων; ἢ διότι πλείστας ἔχει διαφορὰς καὶ εἴδη; τὰ γὰρ ἄλλα ζῷα ἢ οὐθὲν γράμμα ἢ ὀλίγα διαλέγονται. τὸ δὲ ποικιλώτατον καὶ πλείστας ἔχον διαφορὰς ἀνάγκη ἐν πλείστῳ χρόνῳ ἀποτελεῖσθαι.