Ancient Greek · ~12 min
Ι. ΕΠΙΤΟΜΗ ΦΥΣΙΚΩΝ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 54.1
Not analysed yet
Διὰ τί ἄνθρωπος μάλιστα τῶν ζῴων πτάρνυται; ἢ ὅτι καὶ κορυζᾷ μάλιστα; τούτου δ’ αἴτιόν ἐστιν ὅτι τοῦ θερμοῦ ὄντος περὶ τὴν καρδίαν καὶ πεφυκότος ἄνω φέρεσθαι τοῖς μὲν ἄλλοις ζῴοις ἡ κατὰ φύσιν αὐτοῦ φορά ἐστιν ἐπὶ τοὺς ὤμους, ἐντεῦθεν δὲ ἐξ ἀνακλάσεως σχιζόμενον τὸ μὲν ἐπὶ τὸν τράχηλον καὶ τὴν κεφαλὴν φέρεται αὐτοῦ, τὸ δὲ εἰς τὴν ῥάχιν καὶ τὴν ὀσφύν, διὰ τὸ ἐπὶ τῆς αὐτῆς εὐθείας εἶναι πάντα ταῦτα καὶ παρὰ τὴν βάσιν. φερόμενον δὲ ὁμοίως τὸ σῶμα καὶ τὰ ὑγρὰ μερίζει εἰς αὐτὰ ὁμαλῶς· ἕπεται γὰρ τὰ ὑγρὰ τῷ θερμῷ. διὸ οὐδὲ πάνυ κορυζᾷ τὰ τετράποδα ζῷα, οὐδὲ πτάρνυται· ὁ γὰρ πταρμὸς ἢ πνεύματος ἀθρόου φορά ἐστιν, ὑγρῶν ἐξατμιζόντων τι μᾶλλον τοῦ σώματος, ἢ ὑγρῶν ἀπέπτων. διὸ πρὸ τῶν κατάρρων γίνεται, ἅ οὐ συμβαίνει τοῖς ἄλλοις ζῴοις, διὰ τὸ τὴν τοῦ θερμοῦ φορὰν ὁμαλίζειν ἐν αὐτῷ εἰς τὸ πρόσθεν καὶ ὄπισθεν. τοῦ τε ἀνθρώπου πρὸς ὀρθῇ πεφυκότος τῇ βάσει, καθάπερ τὰ φυτά, συμβαίνει τοῦ θερμοῦ φορὰν ἐπὶ τὴν κεφαλὴν γίνεσθαι πλείστην καὶ σφοδροτάτην. φερόμενόν τε ἐνταῦθα ἀραιοῖ καὶ θερμαίνει τοὺς περὶ αὐτὴν πόρους. ὄντες δὲ τοιοῦτοι δεκτικοὶ γίνονται τῶν ὑγρῶν μᾶλλον ἢ οἱ κάτω τῆς καρδίας πόροι. ὅταν οὖν συμβῇ ἐξυγρασθῆναι μᾶλλον τοῦ δέοντος καὶ καταψυγῆναι, ἔξωθεν συμβαίνει τὸ θερμόν, τροφήν τε ἔχον καὶ συστελλόμενον ἐντός, αὔξεσθαι, αὐξανόμενον δὲ φέρεσθαι ἐπὶ τὴν κεφαλὴν καὶ τοὺς ἐν αὐτῇ πόρους· εἰς οὓς ἀκολουθοῦντα τὰ ὑγρά, ὄντα λεπτὰ καὶ ἄπεπτα, πληροῖ αὐτοὺς καὶ τοὺς κατάρρους ποιεῖ, καὶ πταρμοὺς ὁμοίως. ἐν γὰρ ταῖς ἀρχαῖς τῶν κατάρρων τὸ θερμὸν προαναφερόμενον τοῦ ὑγροῦ, καὶ πνευματοῦν τοὺς πόρους, τῇ τ’ ἐκβολῇ τοῦ πνεύματος τοὺς πταρμοὺς ποιεῖ καὶ τῇ πρὸ τῶν ὑγρῶν ἀναγωγῇ, ἅ ἐστι λεπτὰ καὶ δριμέα. διὸ καὶ συμβαίνει μετὰ τῶν τῆς κορύζης πταρμῶν ὑδατώδη ἀπομύττεσθαι. πάντων δὲ τούτων ὁρμησάντων τὰ συνεχῆ καὶ πάθος ἔχοντα ὑγρὰ ἐφίσταται αὐτοῖς, καὶ ἐμφράττει τοὺς περὶ τὴν κεφαλὴν καὶ τὴν ῥῖνα πόρους· ὀγκηρότερα γὰρ γινόμενα καὶ διατείνοντα ποιεῖ τοὺς περὶ τὴν κεφαλὴν πόνους. σημεῖον δὲ τὸ μήτ’ ἐκτὸς ἢ δι’ αὐτῶν πνεῦμα ἀφεῖσθαι. διὸ οὔτε πτάρνυνται οὔτε ὀσφραίνονται οἱ κορυζῶντες. οἱ δὲ ἄνευ κορύζης γινόμενοι διὰ μὲν τὰς αὐτὰς αἰτίας γίνονται, μικρὰς δὲ καὶ ἐλαφρὰς ἀρχὰς λαβόντες. ὥστε συναχθέντα τὰ ὑγρὰ τῷ θερμῷ, ἐκπνευματούμενα ὑπ’ αὐτοῦ δι’ ὀλιγότητα, εἰσπίπτει κατὰ τὰς ῥῖνας. ποιεῖ δὲ τὸν ψόφον τοῦ πνεύματος οὐχ ἧττον ἡ βία τῆς φορᾶς ἢ τὸ πλῆθος αὐτοῦ. ἐνεχθέντος γὰρ τοῦ θερμοῦ πρὸς ὀρθὴν πρὸς τὸν ἐγκέφαλον καὶ προσπεσόντος αὐτῷ, ἀνακλᾶται ἐπὶ τὰς ῥῖνας διὰ τὸ τοὺς ταύτῃ πόρους ἐκτὸς ἀπὸ τοῦ ἐγκεφάλου διατείνειν. παρὰ φύσιν οὖν τῆς ἐκ τῆς κλάσεως φορᾶς γινομένης ἐπὶ τὰς ῥῖνας τῷ πνεύματι, σφοδρὰν συμβαίνει γίνεσθαι· διὸ ποιεῖ τοὺς ψόφους. τῶν δὲ ἄλλων ζῴων συμβαίνει μάλιστα κορυζᾶν τοὺς ὄρνιθας διὰ τὸ μάλιστα ὁμοιόσχημον εἶναι ἀνθρώπῳ· ἧττον δὲ ἢ ἄνθρωπος πάσχει αὐτό, ὅτι τὰ πολλὰ κάτω ἔχει τὴν κεφαλὴν διὰ τὸ τὴν νομὴν ἀπὸ τῆς γῆς εἶναι.