Ancient Greek · ~2 min
55 to 56
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 55-2-56
Not analysed yet
Διὰ τί τὰ θαλάττια ζῷα τῶν ἐν τῇ γῇ μείζω καὶ εὐτραφέστερά ἐστιν; ἢ ὅτι ὁ ἥλιος καταδαπανῶν τὰ περιέχοντα τὴν γῆν ἀφαιρεῖται τὴν τροφήν; διὸ καὶ τὰ κατακεκλειμένα εὐτραφέστερά ἐστιν. πάντων οὖν τούτων ἀπήλλακται τὰ θαλάττια ζῷα. Διὰ τί ποτε τὰ μὲν ἄλλα ζῷα πλεονάκις τὴν ξηρὰν τροφὴν ἢ τὴν ὑγρὰν προσάγεται, ὁ δὲ ἄνθρωπος τὴν ὑγρὰν ἢ τὴν ξηράν; ἢ διότι φύσει ὁ ἄνθρωπος θερμότατον; πλείστης οὖν καταψύξεως δεῖται.