Ancient Greek · ~5 min
Α. ΟΣΑ ΙΑΤΡΙΚΑ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 55
Not analysed yet
Ἐν τοῖς πυρετοῖς διδόναι δεῖ τὸ ποτὸν πολλάκις καὶ κατ’ ὀλίγον. τὸ μὲν γὰρ πολὺ παραρρεῖ, τὸ δὲ ὀλίγον μέν, πολλάκις δὲ διαβρέχει καὶ εἰς τὰς σάρκας χωρεῖ. οἷα γὰρ τὰ ἐν τῇ γῇ, ἐὰν μὲν κατὰ πολὺ ἔλθῃ τὸ ὕδωρ, παραρρεῖ, ἐὰν δὲ κατ’ ὀλίγον, βρέχει μόνον τὸ αὐτὸ καὶ ἐν τοῖς πυρετοῖς. τὰ γὰρ ῥέοντα ὕδατα ἐάν τις κατ’ ὀλίγον ἄγῃ, ὁ ὀχετὸς ἐκπίνει· ἐὰν δὲ τὸ ἴσον ἀθρόον ἄγῃ, ὅπου ἂν ἄγῃ, χωρεῖ. ἔπειτα κατακείσθω ἀκίνητος ὡς μάλιστα, ἀκίνητος μέν, ὅτι καὶ τὸ πῦρ φανερῶς, ἐάν τις μὴ κινῇ, καταμαραίνεται. πρὸς πνεῦμα δὲ μὴ κατακείσθω, διότι ὁ ἄνεμος τὸ πῦρ ἐξεγείρει καὶ ῥιπτιζόμενον τὸ πῦρ ἐξ ὀλίγου πολὺ γίνεται. περιστέλλεσθαι δὲ τούτου ἕνεκεν, ὅτι πυρὶ ἐὰν ἀναπνοὴν μὴ διδῷς, σβέννυται. καὶ τὰ ἱμάτια μὴ ἀπογυμνούσθω, ἕως ἂν νοτὶς ἐγγένηται· τὸ φανερὸν γὰρ πῦρ τὸ ὑγρὸν σβέννυσιν. κατὰ ταῦτα δὲ καὶ ἐν τῇ φύσει. ἐπὶ δὲ τῶν διαλειπόντων πυρετῶν προπαρασκευάζειν δεῖ καὶ ἐκλύοντα, καὶ πυριάματα πρὸς τοὺς πόδας παρατιθέντα, καὶ περιεσταλμένον ἀναπαύεσθαι, ὅπως ὅτι θερμότατος ᾖ πρὸ τοῦ τὴν λῆψιν εἶναι. καὶ γὰρ ὅπου πολὺ πῦρ, λύχνος οὐ δυνήσεται καίεσθαι· τὸ γὰρ πῦρ τὸ πολὺ τὸ ὀλίγον ἄγει πρὸς ἑαυτό. τούτου ἕνεκεν πολὺ πῦρ ἐν τῷ σώματι παρασκευάζειν δεῖ, ὅτι ὀλίγον ὁ πυρετὸς πῦρ ἔχει, ὥστε τὸ πολὺ πῦρ τὸ ὀλίγον πρὸς ἑαυτὸ ἄγει.