Ancient Greek
Ι. ΕΠΙΤΟΜΗ ΦΥΣΙΚΩΝ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 59
Not analysed yet
Διὰ τί ποτε ὁ μὲν ἄνθρωπος πλείω τὴν ὑποχώρησιν ποιεῖται τὴν ὑγρὰν τῆς ξηρᾶς, οἱ δὲ ἵπποι καὶ οἱ ὄνοι τὴν ξηράν; ἢ διότι ταῦτα μὲν τὰ ζῷα πλείονι τροφῇ χρῆται τῇ ξηρᾷ, ὁ δὲ ἄνθρωπος ὑγρᾷ μᾶλλον ἢ τῇ ξηρᾷ; πᾶσα δὲ περίττωσις ἀπὸ τῆς τροφῆς ἐστὶν καὶ ἀπὸ τῆς πλείονος πλείω. τὰ μὲν οὖν τῇ ὑγρᾷ μᾶλλον, τὰ δὲ τῇ ξηρᾷ πλείονι τροφῇ χρῆται· διότι τὰ μὲν τῶν ζῴων ἐστὶ φύσει ξηρά, τὰ δὲ ὑγρά. τὰ μὲν οὖν τῇ φύσει ξηρὰ τῆς ὑγρᾶς μᾶλλον ἐπιθυμεῖ (ταύτης γὰρ ἐνδεέστερά εἰσιν), τὰ δὲ φύσει ὑγρὰ τῆς ξηρᾶς· ταύτης γὰρ ἐνδεέστερα καθέστηκεν.