Ancient Greek · ~5 min
6 to 10
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 6-10
Not analysed yet
Διὰ τί ὁ ἱδρὼς ἐκ τῆς κεφαλῆς ἢ οὐκ ὄζει ἢ ἦττον τοῦ ἐκ τοῦ σώματος; ἢ ὅτι εὔπνους ὁ τῆς κεφαλῆς τόπος; δηλοῖ δὲ μανὸς ὢν τῇ τῶν τριχῶν ἐκφύσει. δυσώδεις δὲ οἱ τόποι καὶ τὰ ἐν αὐτοῖς γίνεται ὅσα μὴ εὔπνοα. Διὰ τί οἱ γυμναζόμενοι ἐὰν διαναπαυσάμενοι παλαίωσι, μᾶλλον ἱδροῦσιν ἢ ἐὰν συνεχῶς; ἢ διὰ τὸ ἀθροίζεσθαι διαναπαυομένων· ἔπειτα τοῦτον τὸν ἱδρῶτα ἐξάγει ὕστερον ἡ πάλη. ἡ δὲ συνεχὴς ἀναξηραίνει ὥσπερ ὁ ἥλιος. Διὰ τί μᾶλλον ἱδροῦσιν, ὅταν μὴ διὰ πολλοῦ χρόνου χρῶνται ταῖς ἀφιδρώσεσιν; ἢ διότι οἱ ἱδρῶτες γίνονται οὐ μόνον δι’ ὑγρότητα, ἀλλὰ καὶ διὰ τὸ τοὺς πόρους ἀνεῷχθαι μᾶλλον καὶ ἀραιὰ τὰ σώματα εἶναι; τοῖς μὲν οὖν μὴ χρωμένοις συμμεμύκασιν οἱ πόροι, τοῖς χρωμένοις δ’ ἀναστομοῦνται. Διὰ τί τοῦ ἡλίου μᾶλλον θερμαίνοντος τοὺς γυμνοὺς ἢ τοὺς ἀμπεχομένους, ἱδροῦσι μᾶλλον οἱ ἀμπεχόμενοι; πότερον ὅτι τοὺς πόρους συμμύειν ποιεῖ ἐκκαίων ὁ ἥλιος; ἢ διότι τὰς ἀτμίδας ξηραίνει; ἀμπεχομένοις δὲ ταῦτα ἧττον συμβαίνει. Διὰ τί ἱδροῦσι μάλιστα τὰ πρόσωπα; ἢ ὅσα ἀραιὰ καὶ ὑγρὰ μάλιστα, διὰ δὲ τούτων ὁ ἱδρὼς διαπορεύεται. δοκεῖ δὲ πηγὴ εἶναι ἡ κεφαλὴ τοῦ ὑγροῦ· διὸ καὶ αἱ τρίχες, διὰ τὸ πολὺ ὑγρόν. ὁ δὲ τόπος ἀραιὸς καὶ ἰσχνός δίεισιν ἄρα κατὰ φύσιν.