Ancient Greek · ~2 min
6 to 7
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 6-17-7
Not analysed yet
Διὰ τί οἱ ἐκνεφίαι ὕδατος γενομένου θᾶττον παύονται; ἢ ὅτι αἱ κοιλίαι συμπίπτουσιν τοῦ νέφους, ὕδατος γενομένου, ἐν αἷς ἡ ἀρχὴ τοῦ πνεύματος συνίσταται; Διὰ τί οὐχ οἱ αὐτοὶ ἄνεμοι πανταχοῦ ὑέτιοί εἰσιν; ἢ ὅτι οὐχ οἱ αὐτοὶ πανταχοῦ πρὸς ὄρη ἀντιπνέουσιν, ἀλλ’ ἕτεροι κεῖνται πρὸς ἕτερα ὄρη; οἷον γὰρ πρὸς ἀνάντη μόλις ῥεόντων, ἐνταῦθα ὑφίσταται μᾶλλον τὰ νέφη, οὗ ἀδυνατεῖ ἔτι προωθεῖν αὐτὰ ἄνεμος. ὑφιστάμενα δὲ καὶ πιεζόμενα ῥήγνυται.