Ancient Greek · ~1 min
ΛΒ. ΟΣΑ ΠΕΡΙ ΩΤΑ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 6-21
Not analysed yet
Διὰ τί ἔνιοι τὰ ὦτα σκαλεύοντες βήττουσιν; ἢ ὅτι ἐπὶ τοῦ αὐτοῦ πόρου τῷ πνεύμονι καὶ τῇ ἀρτηρίᾳ ἡ ἀκοή; σημεῖον δέ, ὅτι ἀναπληροῦνται καὶ γίνονται ἐνεοί. θερμαινομένου οὖν τῇ τρίψει συντήκεται ἐπὶ τὴν ἀρτηρίαν ἀπὸ τοῦ πόνου κάτωθεν ὑγρόν, ὃ ποιεῖ τὴν βῆχα.