Ancient Greek · ~2 min
ΛΖ. ΟΣΑ ΠΕΡΙ ΟΛΟΝ ΤΟ ΣΩΜΑ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 6-24
Not analysed yet
Διὰ τί αἱ τρίψεις μᾶλλον σαρκοῦσι τῶν δρόμων; ἢ ὅτι οἱ μὲν δρόμοι περιψύχουσιν τὴν σάρκα καὶ οὐ δεκτικὴν τροφῆς παρασκευάζουσιν, ἀλλὰ τὰ μὲν συσσείεται κάτω, τὰ δ’ ἐπὶ πολλοῦ τοῦ φυσικοῦ θερμοῦ ἐπιτελουμένου παντελῶς λεπτυνόμενα εἰς πνεῦμα διακρίνεται; ἡ δὲ παλάμη τῇ τρίψει τὴν σάρκα ἀραιὰν καὶ δεκτικὴν αὐτῆς παρασκευάζει. καὶ ἡ ἔξωθεν δὴ ἁφὴ ἐναντιουμένη διὰ τῆς πιλήσεως τῇ φορᾷ αὐτὸν συνέχει μᾶλλον, καὶ ἀνάκλασιν τῆς σαρκὸς ποιεῖται.