Ancient Greek · ~2 min
6 to 7
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 6-25-7
Not analysed yet
Διὰ τί μᾶλλον καίονται ὑπὸ τοῦ ἡλίου οἱ καθεζόμενοι τῶν γυμναζομένων; ἢ ὅτι οἱ ἐν κινήσει ὄντες ὥσπερ ῥιπίζονται ὑπὸ τοῦ πνεύματος διὰ τὸ κινεῖν τὸν ἀέρα, οἱ δὲ καθήμενοι οὐ πάσχουσι τοῦτο; Διὰ τί ὁ μὲν ἥλιος ἐπικάει, τὸ δὲ πῦρ οὔ; ἢ διότι λεπτότερός ἐστιν ὁ ἥλιος, καὶ μᾶλλον δύναται διαδύεσθαι εἰς τὴν σάρκα; τὸ δὲ πῦρ, ἐὰν καὶ ἐπικαύσῃ, ἄνω μόνον ποιεῖ τὸ χρῶμα, τὰς φοῖδας καλουμένας· εἴσω δὲ οὐκ εἰσδύεται.