Ancient Greek · ~2 min
Ι. ΕΠΙΤΟΜΗ ΦΥΣΙΚΩΝ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 61
Not analysed yet
Διὰ τί τέρατα τίκτουσιν μάλιστα τὰ τετράποδα τὰ μὴ μεγάλα, ἄνθρωπος δὲ καὶ τὰ μεγάλα ἧττον, οἷον ἵπποι καὶ ὄνοι; ἢ ὅτι πολύγονα ταῦτα, οἷον κύνες καὶ ὕες καὶ αἶγες καὶ πρόβατα, πολὺ μᾶλλον τῶν μεγάλων, ἐκείνων δὲ τὰ μὲν ὅλως μονοτόκα, τὰ δὲ ὡς ἐπὶ τὸ πολύ. τὰ δὲ τέρατα γίνεται ἐπαλλαττόντων τῶν σπερμάτων ἀλλήλοις καὶ συγχεομένων ἐν τῇ ἐξόδῳ τῆς γονῆς ἢ ἐν τῇ μίξει τῇ ἐν τῇ ὑστέρᾳ τῆς θηλείας. διὸ καὶ ὄρνιθες αὐτὰ ποιοῦσιν· τὰ γὰρ ᾠὰ δίδυμα τίκτουσι. τὰ δὲ τέρατα ἐκ τῶν διδύμων γίνεται, ὧν ἡ λέκιθος τῷ ὑμένι οὐ διαιρεῖται.