Ancient Greek · ~2 min
ΚE. ΟΣΑ ΠΕPI TOΝ ΑEPΑ.
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 7-18
Not analysed yet
Διὰ τί τῆς νυκτὸς αἰθρία μᾶλλον ἢ μεθ’ ἡμέραν; ἢ καὶ τοῦ πνεύματος καὶ τῆς ταραχῆς ὁ ἥλιος αἴτιος; ταῦτα γὰρ κινήσεώς τινος γενομένης συμβαίνει γίνεσθαι. αἴτιον τοίνυν τὸ θερμόν. ὅταν οὖν τοῦτο μὴ παρῇ, ἠρεμεῖ τὸ πᾶν, καὶ αἰρομένου τοῦ ἡλίου μᾶλλον ἢ τοὐναντίον· καὶ τὸ μήποτ’ ἀπ’ ἠπείρου τοῦτ’ ἐστίν, ὅτι οὗ πλείστη κίνησις, ἐκεῖ ἥκιστα ἄν τι μένοι καὶ συσταίη, μὴ ὁμαλοῦ ὄντος καὶ κρατοῦντος τοῦ συνισταμένου. τοῦ μὲν δὴ χειμῶνος ἡ θάλαττα τοιοῦτον, τοῦ δὲ θέρους ἡ γῆ.