Ancient Greek · ~2 min
Γ. ΟΣΑ ΠΕΡΙ ΟΙΝΟΠΟΣΙΑΝ ΚΑΙ ΜΕΘΗΝ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 7-2
Not analysed yet
Διὰ τί οἱ μὲν παῖδες θερμοὶ ὄντες οὐ φίλοινοί εἰσι, Σκύθαι δὲ καὶ οἱ ἄνδρες οἱ ἀνδρεῖοι θερμοὶ ὄντες φίλοινοι; ἢ ὅτι οἱ μὲν θερμοὶ ὄντες καὶ ξηροί (ἡ γὰρ τοῦ ἀνδρὸς ἕξις τοιαύτη), οἱ δὲ παῖδες ὑγροὶ καὶ θερμοί. ἡ δὲ φιλοποσία ἐστὶν ἐπιθυμία ὑγροῦ τινός. ἡ οὖν ὑγρότης κωλύει διψητικοὺς εἶναι τοὺς παῖδας· ἔνδεια γάρ τις ἐστὶν ἡ ἐπιθυμία.