Ancient Greek · ~1 min
ΛΕ. ΟΣΑ ΠΕΡΙ ΤΑ ΥΠΟ ΤΗΝ ΑΦΗΝ
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 7-25
Not analysed yet
Διὰ τί ποτε τὰ χείλη μάλιστα γαργαλιζόμεθα; ἢ διότι δεῖ τὸ γαργαλιζόμενον μὴ πρόσω τοῦ αἰσθητικοῦ εἶναι; ἔστι δὲ τὰ χείλη περὶ τὸν τόπον τοῦτον μάλιστα. διὰ τοῦτο δὲ γαργαλίζεται τὰ χείλη τῶν περὶ τὴν κεφαλὴν τόπων, ἅ ἐστιν εὔσαρκα, εὐκινητότατα οὖν μάλιστά ἐστιν.