Ancient Greek · ~1 min
ΛΔ. ΟΣΑ ΠΕΡΙ ΤΟ ΣΤΟΜΑ ΚΑΙ ΤΑ ΕΝ ΑΥΤΩι
Aristotle, ᾿Αριστοτέλους φυσικά προβλήματα κατ᾿ εἶδος συναγώγης 8-25
Not analysed yet
Διὰ τί, ἐὰν σφόδρα καὶ ἀθρόον ἐκπνεύσωσιν, ἀδυνατοῦσι πάλιν ἐκπνεῦσαι; ὁμοίως δὲ ἔχει καὶ ἐπὶ τοῦ ἀναπνεῦσαι· ἀδυνατοῦσι γὰρ δὶς ἐφεξῆς ποιεῖν αὐτὸ. ἢ ὅτι τὸ μὲν δίωσίς τίς ἐστι, τὸ δὲ συναγωγὴ τόπου· ἃ ἄχρι τινός ἐστι δυνατὰ γίνεσθαι. φανερὸν οὖν ὅτι ἐναλλὰξ ἀνάγκη ἄμφω γίνεσθαι, καὶ ἀδύνατον δὶς ἐφεξῆς.